Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.41.5 | Hdt. 2.42.3 (English) | >>Hdt. 2.43.2 |
2.42.1
ὅσοι μὲν δὴ Διὸς Θηβαιέος ἵδρυνται ἱρὸν ἤ νομοῦ τοῦ Θηβαίου εἰσί , οὗτοι μέν νυν πάντες ὀίων ἀπεχόμενοι αἶγας θύουσι .
2.42.2 θεοὺς γὰρ δὴ οὐ τοὺς αὐτοὺς ἅπαντες ὁμοίως Αἰγύπτιοι σέβονται , πλὴν Ἴσιός τε καὶ Ὀσίριος , τὸν δὴ Διόνυσον εἶναι λέγουσι · τούτους δὲ ὁμοίως ἅπαντες σέβονται . ὅσοι δὲ τοῦ Μένδητος ἔκτηνται ἱρὸν ἢ νομοῦ τοῦ Μενδησίου εἰσί , οὗτοι δὲ αἰγῶν ἀπεχόμενοι ὄις θύουσι .
2.42.3 Θηβαῖοι μέν νυν καὶ ὅσοι διὰ τούτους ὀίων ἀπέχονται , διὰ τάδε λέγουσι τὸν νόμον τόνδε σφίσι τεθῆναι . Ἡρακλέα θελῆσαι πάντως ἰδέσθαι τὸν Δία , καὶ τὸν οὐκ ἐθέλειν ὀφθῆναι ὑπʼ αὐτοῦ · τέλος δέ , ἐπείτε λιπαρέειν τὸν Ἡρακλέα , τάδε τὸν Δία μηχανήσασθαι ·
2.42.4 κριὸν ἐκδείραντα προσχέσθαι τε τὴν κεφαλὴν ἀποταμόντα τοῦ κριοῦ καὶ ἐνδύντα τὸ νάκος οὕτω οἱ ἑωυτὸν ἐπιδέξαι . ἀπὸ τούτου κριοπρόσωπον τοῦ Διὸς τὤγαλμα ποιεῦσι Αἰγύπτιοι , ἀπὸ δὲ Αἰγυπτίων Ἀμμώνιοι , ἐόντες Αἰγυπτίων τε καὶ Αἰθιόπων ἄποικοι καὶ φωνὴν μεταξὺ ἀμφοτέρων νομίζοντες .
2.42.5 δοκέειν δέ μοι , καὶ τὸ οὔνομα Ἀμμώνιοι ἀπὸ τοῦδε σφίσι τὴν ἐπωνυμίην ἐποιήσαντο · Ἀμοῦν γὰρ Αἰγύπτιοι καλέουσι τὸν Δία . τοὺς δὲ κριοὺς οὐ θύουσι Θηβαῖοι , ἀλλʼ εἰσί σφι ἱροὶ διὰ τοῦτο .
2.42.6 μιῇ δὲ ἡμέρῃ τοῦ ἐνιαυτοῦ , ἐν ὁρτῇ τοῦ Διός , κριὸν ἕνα κατακόψαντες καὶ ἀποδείραντες κατὰ τὠυτὸ ἐνδύουσι τὤγαλμα τοῦ Διός , καὶ ἔπειτα ἄλλο ἄγαλμα Ἡρακλέος προσάγουσι πρὸς αὐτό . ταῦτα δὲ ποιήσαντες τύπτονται οἱ περὶ τὸ ἱρὸν ἅπαντες τὸν κριὸν καὶ ἔπειτα ἐν ἱρῇ θήκῃ θάπτουσι αὐτόν .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.41.5 | Hdt. 2.42.3 (English) | >>Hdt. 2.43.2 |